3
Ὑπομίμνῃσκε αὐτοὺς ⸀ἀρχαῖς* ἀρχαῖς WH Treg NA28 ] + καὶ RPἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ⸀ἃ ἃ WH Treg NA28 ] ὧν RP ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ ⸂τὸ αὐτοῦ ἔλεος τὸ αὐτοῦ ἔλεος WH Treg NA28 ] τὸν αὐτοῦ ἔλεον RP ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφʼ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι ⸀γενηθῶμεν§ γενηθῶμεν WH Treg NA28 ] γενώμεθα RPκατʼ ἐλπίδα ζωῆς αἰωνίου.
Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ⸀ἐστιν* ἐστιν WH Treg NA28 ] + τὰ RPκαλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ⸀ἔρεις ἔρεις Treg NA28 RP ] ἔριν WHκαὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ ⸀Ἀπολλῶν Ἀπολλῶν WH NA28 ] Ἀπολλὼ Treg RPσπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν§ ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP ‘p /’ ‘/book’

*3:1 ἀρχαῖς WH Treg NA28 ] + καὶ RP

3:5 ἃ WH Treg NA28 ] ὧν RP

3:5 τὸ αὐτοῦ ἔλεος WH Treg NA28 ] τὸν αὐτοῦ ἔλεον RP

§3:7 γενηθῶμεν WH Treg NA28 ] γενώμεθα RP

*3:8 ἐστιν WH Treg NA28 ] + τὰ RP

3:9 ἔρεις Treg NA28 RP ] ἔριν WH

3:13 Ἀπολλῶν WH NA28 ] Ἀπολλὼ Treg RP

§3:15 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP