2
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸀μηδὲ* μηδὲ WH Treg ] μὴ NA28 RPοἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα ⸀σωφρονίζωσι σωφρονίζωσι WH NA28 RP ] σωφρονίζουσιν Tregτὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, ⸀οἰκουργούς οἰκουργούς WH Treg NA28 ] οἰκουρούς RP ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν§ ἀφθορίαν WH Treg NA28 ] ἀδιαφθορίαν RP ⸀σεμνότητα* σεμνότητα WH Treg NA28 ] + ἀφθαρσίαν RP λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂λέγειν περὶ ἡμῶν λέγειν περὶ ἡμῶν WH Treg NA28 ] περὶ ἡμῶν λέγειν RP φαῦλον.
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ ⸂πᾶσαν πίστιν πᾶσαν πίστιν WH Treg NA28 ] πίστιν πᾶσαν RP ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν§ τὴν WH Treg NA28 ] – RPδιδασκαλίαν ⸀τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦ* θεοῦ WH Treg NA28 ] + ἡ RPσωτήριος πᾶσιν ἀνθρώποις 12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ Ἰησοῦ Χριστοῦ NA28 RP ] Χριστοῦ Ἰησοῦ WH Treg, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

*2:3 μηδὲ WH Treg ] μὴ NA28 RP

2:4 σωφρονίζωσι WH NA28 RP ] σωφρονίζουσιν Treg

2:5 οἰκουργούς WH Treg NA28 ] οἰκουρούς RP

§2:7 ἀφθορίαν WH Treg NA28 ] ἀδιαφθορίαν RP

*2:7 σεμνότητα WH Treg NA28 ] + ἀφθαρσίαν RP

2:8 λέγειν περὶ ἡμῶν WH Treg NA28 ] περὶ ἡμῶν λέγειν RP

2:10 πᾶσαν πίστιν WH Treg NA28 ] πίστιν πᾶσαν RP

§2:10 τὴν WH Treg NA28 ] – RP

*2:11 θεοῦ WH Treg NA28 ] + ἡ RP

2:13 Ἰησοῦ Χριστοῦ NA28 RP ] Χριστοῦ Ἰησοῦ WH Treg