2
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις, * ⸆ – RP f35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL Ead ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ * ⸂ ἦμεν RP f35 TR Ead ¦ ἤμεθα TNT2 WH NA NIV SBL ⸂ἦμεν⸃ τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζῳοποίησεν τῷ χριστῷ—χάριτί ἐστε σεσωσμένοι— καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ Ἰησοῦ· ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις * ⸂ τὸν ὑπερβάλλοντα πλοῦτον RP f35 TR ¦ τὸ ὑπερβάλλον πλοῦτος TNT2 WH NA NIV SBL Ead ⸂τὸν ὑπερβάλλοντα πλοῦτον⸃ τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν χριστῷ Ἰησοῦ· τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ * ⸋ τῆς RP f35 TR Ead ¦ – TNT2 WH NA NIV SBL ⸋τῆς⸌ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
11 Διὸ μνημονεύετε ὅτι * ⸉ ὑμεῖς ποτὲ RP f35 TR ¦ ποτὲ ὑμεῖς TNT2 WH NA NIV SBL Ead ⸉ὑμεῖς ποτὲ⸊ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 12 ὅτι ἦτε * ⸋ ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋ἐν⸌ τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 13 Νυνὶ δὲ ἐν χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν * ⸉ ἐγγὺς ἐγενήθητε RP f35 TR Ead ¦ ἐγενήθητε ἐγγὺς TNT2 WH NA NIV SBL ⸉ἐγγὺς ἐγενήθητε⸊ ἐν τῷ αἵματι τοῦ χριστοῦ. 14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, 15 τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν * ⸂ ἑαυτῷ RP f35 TR NIV73 Ead ¦ αὐτῷ TNT2 NA NIV11 ¦ αὑτῷ WH SBL ⸂ἑαυτῷ⸃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17 καὶ ἐλθὼν εὐηγγελίσατο * ⸂ εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς RP TR ¦ εἰρήνην ἡμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς f35 ¦ εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς TNT2 WH NA NIV SBL Ead ⸂εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς·⸃ 18 ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19 Ἄρα οὖν * ⸂ οὐκέτι ἐστὲ … ἀλλὰ RP f35 TR ¦ οὐκέτι ἐστὲ … ἀλλὰ ἐστὲ TNT2 WH NA25+27 NIV SBL ¦ οὐκέτι ἐστὲ … ἀλλ᾽ ἐστὲ NA28 Ead ⸂οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ⸃ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ * ⸉ Ἰησοῦ χριστοῦ RP f35 TR Ead ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL ⸉Ἰησοῦ χριστοῦ,⸊ 21 ἐν ᾧ πᾶσα * ⸆ – RP f35 TNT2 WH NA NIV11 SBL Ead ¦ ἥ TR NIV73 ⸆ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

*2:1 ⸆ – RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL Ead

*2:3 ⸂ ἦμεν RP f 35 TR Ead ¦ ἤμεθα TNT2 WH NA NIV SBL

*2:7 ⸂ τὸν ὑπερβάλλοντα πλοῦτον RP f 35 TR ¦ τὸ ὑπερβάλλον πλοῦτος TNT2 WH NA NIV SBL Ead

*2:8 ⸋ τῆς RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL

*2:11 ⸉ ὑμεῖς ποτὲ RP f 35 TR ¦ ποτὲ ὑμεῖς TNT2 WH NA NIV SBL Ead

*2:12 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead

*2:13 ⸉ ἐγγὺς ἐγενήθητε RP f 35 TR Ead ¦ ἐγενήθητε ἐγγὺς TNT2 WH NA NIV SBL

*2:15 ⸂ ἑαυτῷ RP f 35 TR NIV73 Ead ¦ αὐτῷ TNT2 NA NIV11 ¦ αὑτῷ WH SBL

*2:17 ⸂ εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς RP TR ¦ εἰρήνην ἡμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς f 35 ¦ εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς TNT2 WH NA NIV SBL Ead

*2:19 ⸂ οὐκέτι ἐστὲ … ἀλλὰ RP f 35 TR ¦ οὐκέτι ἐστὲ … ἀλλὰ ἐστὲ TNT2 WH NA25+27 NIV SBL ¦ οὐκέτι ἐστὲ … ἀλλ᾽ ἐστὲ NA28 Ead

*2:20 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR Ead ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL

*2:21 ⸆ – RP f 35 TNT2 WH NA NIV11 SBL Ead ¦ ἥ TR NIV73