12
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι * ⸋ ὅτε RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ὅτε⸌ ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα * ⸂ Ἰησοῦν RP f35 TR ¦ Ἰησοῦς TNT2 WH NA NIV SBL ⸂Ἰησοῦν·⸃ καὶ οὐδεὶς δύναται εἰπεῖν, *2 Κύριον Ἰησοῦν RP f35 TR ¦ Κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL 2Κύριον Ἰησοῦν,⸃ εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσίν, καὶ ὁ αὐτὸς κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, * ⸂ ὁ δὲ RP f35 TR TNT2 NA NIV SBL ¦ καὶ ὁ WH ⸂ὁ δὲ⸃ αὐτός *2 ἐστιν RP f35 ¦ ἐστι TR ¦ – TNT2 WH NA NIV SBL 2ἐστιν⸃ θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· * ⸂ ἑτέρῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ RP f35 TR ¦ ἑτέρῳ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ δὲ TNT2 ¦ ἑτέρῳ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ … ἄλλῳ δὲ WH NA NIV ¦ ἑτέρῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ SBL ⸂ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ *2 αὐτῷ RP f35 TR ¦ ἑνὶ TNT2 WH NA NIV SBL 2αὐτῷ⸃ πνεύματι· 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ⸃ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη * ⸉ ἔχει πολλά RP f35 TR ¦ πολλά ἔχει TNT2 WH NA NIV SBL ⸉ἔχει πολλά,⸊ πάντα δὲ τὰ μέλη τοῦ σώματος * ⸋ τοῦ ἑνός RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ ἑνός,⸌ πολλὰ ὄντα, ἕν ἐστιν σῶμα· οὕτως καὶ ὁ χριστός. 13 Καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι· καὶ πάντες * ⸋ εἰς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋εἰς⸌ ἓν πνεῦμα ἐποτίσθημεν. 14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 Ἐὰν εἴπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 Καὶ ἐὰν εἴπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος· οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17 Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18  * ⸂ νυνὶ RP f35 TR NA27+28 NIV SBL ¦ νῦν TNT2 WH NA25 ⸂Νυνὶ⸃ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. 19 Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 Νῦν δὲ πολλὰ * ⸋ μὲν RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋μὲν⸌ μέλη, ἓν δὲ σῶμα. 21 Οὐ δύναται δὲ * ⸋ ὁ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ὁ⸌ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἔχω. 22 Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει· * ⸆ – RP f35 TR TNT2 WH NA NIV11 SBL ¦ τιμῆς NIV73 ⸆ ἀλλ᾽ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ * ⸂ ὑστεροῦντι RP f35 TR SBL ¦ ὑστερουμένῳ TNT2 WH NA NIV ⸂ὑστεροῦντι⸃ περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ * ⸂ σχίσματα RP ¦ σχίσμα f35 TR TNT2 WH NA NIV SBL ⸂σχίσματα⸃ ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. 26 Καὶ * ⸂ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. RP TR NA27+28 NIV ¦ εἴτε πάσχει ἓν μέλος, συμπάσχη πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρη πάντα τὰ μέλη· f35 ¦ εἴ τι πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. TNT2 ¦ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη. WH ¦ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. NA25 SBL ⸂εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται * ⸋ ἓν RP f35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL ⸋ἓν⸌ μέλος, συγχαίρει πάντα τὰ μέλη.⸃ 27 Ὑμεῖς δέ ἐστε σῶμα χριστοῦ, καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, * ⸂ εἶτα RP f35 TR ¦ ἔπειτα TNT2 WH NA NIV SBL ⸂εἶτα⸃ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; 30 Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; 31 Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ * ⸂ κρείττονα RP f35 TR ¦ μείζονα TNT2 WH NA NIV SBL ⸂κρείττονα.⸃ Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

*12:2 ⸋ ὅτε RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*12:3 ⸂ Ἰησοῦν RP f 35 TR ¦ Ἰησοῦς TNT2 WH NA NIV SBL

*12:3 ⸂2 Κύριον Ἰησοῦν RP f 35 TR ¦ Κύριος Ἰησοῦς TNT2 WH NA NIV SBL

*12:6 ⸂ ὁ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ καὶ ὁ WH

*12:6 ⸂2 ἐστιν RP f 35 ¦ ἐστι TR ¦ – TNT2 WH NA NIV SBL

*12:9 ⸂ ἑτέρῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ RP f 35 TR ¦ ἑτέρῳ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ δὲ TNT2 ¦ ἑτέρῳ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ δὲ … ἄλλῳ … ἄλλῳ δὲ WH NA NIV ¦ ἑτέρῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ … ἄλλῳ SBL

*12:9 ⸂2 αὐτῷ RP f 35 TR ¦ ἑνὶ TNT2 WH NA NIV SBL

*12:12 ⸉ ἔχει πολλά RP f 35 TR ¦ πολλά ἔχει TNT2 WH NA NIV SBL

*12:12 ⸋ τοῦ ἑνός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:13 ⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*12:18 ⸂ νυνὶ RP f 35 TR NA27+28 NIV SBL ¦ νῦν TNT2 WH NA25

*12:20 ⸋ μὲν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*12:21 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*12:24 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ τιμῆς NIV73

*12:24 ⸂ ὑστεροῦντι RP f 35 TR SBL ¦ ὑστερουμένῳ TNT2 WH NA NIV

*12:25 ⸂ σχίσματα RP ¦ σχίσμα f 35 TR TNT2 WH NA NIV SBL

*12:26 ⸂ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. RP TR NA27+28 NIV ¦ εἴτε πάσχει ἓν μέλος, συμπάσχη πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρη πάντα τὰ μέλη· f 35 ¦ εἴ τι πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. TNT2 ¦ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη. WH ¦ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. NA25 SBL

*12:26 ⸋ ἓν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

*12:28 ⸂ εἶτα RP f 35 TR ¦ ἔπειτα TNT2 WH NA NIV SBL

*12:31 ⸂ κρείττονα RP f 35 TR ¦ μείζονα TNT2 WH NA NIV SBL