2
Τῷ ἀγγέλῳ ⸀τῆς* τῆς Treg NA28 RP ] τῷ WHἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· Οἶδα τὰ ἔργα σου, καὶ τὸν ⸀κόπον κόπον WH Treg NA28 ] + σου RP καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ⸀ἀποστόλους ἀποστόλους WH Treg NA28 ] + εἶναι RP καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ ⸂οὐ κεκοπίακες§ οὐ κεκοπίακες WH Treg NA28 ] οὐκ ἐκοπίασας RP. ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. μνημόνευε οὖν πόθεν ⸀πέπτωκας* πέπτωκας Treg NA28 RP ] πέπτωκες WH καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί ⸀σοι σοι WH Treg NA28 ] + ταχύ RP καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ ⸀θεοῦ θεοῦ WH Treg NA28 ] + μου RP Καὶ τῷ ἀγγέλῳ ⸀τῆς§ τῆς Treg NA28 RP ] τῷ WHἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· Οἶδά ⸀σου* σου WH Treg NA28 ] + τὰ ἔργα καὶ RPτὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 ⸀μηδὲν μηδὲν NA28 RP ] μὴ WH Treg φοβοῦ ἃ μέλλεις ⸀πάσχειν πάσχειν WH Treg NA28 ] παθεῖν RP ⸀ἰδοὺ§ ἰδοὺ WH Treg NA28 ] + δή RP μέλλει ⸀βάλλειν* βάλλειν WH Treg NA28 ] βαλεῖν RP ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ⸀ἕξετε ἕξετε Treg NA28 RP ] ἔχητε WHθλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. 12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 ⸀Οἶδα Οἶδα WH Treg NA28 ] + τὰ ἔργα σου καὶ RP ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ§ καὶ WH Treg NA28 ] – RP κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ⸀καὶ ἐν ταῖς ⸀ἡμέραις* ἡμέραις WH Treg NA28 ] + ἐν αἷς RP Ἀντιπᾶς, ὁ μάρτυς μου μου WH Treg NA28 ] – RP ὁ πιστός ⸀μου, ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ⸂ἐδίδασκεν τῷ ἐδίδασκεν τῷ WH Treg NA28 ] ἐδίδαξεν τὸν RP Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸀φαγεῖν§ φαγεῖν WH Treg NA28 ] καὶ φαγεῖν RPεἰδωλόθυτα καὶ πορνεῦσαι· 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν ⸀διδαχὴν* διδαχὴν WH ] + τῶν Treg NA28 RPΝικολαϊτῶν ὁμοίως. 16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω ⸀αὐτῷ αὐτῷ WH Treg NA28 ] + φαγεῖν RPτοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. 18 Καὶ τῷ ἀγγέλῳ ⸀τῆς τῆς Treg NA28 RP ] τῷ WHἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν ⸂ἀγάπην καὶ τὴν πίστιν§ ἀγάπην καὶ τὴν πίστιν WH NA28 RP ] πίστιν καὶ τὴν ἀγάπην Treg καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν ⸀γυναῖκα* γυναῖκα WH Treg NA28 ] + σοῦ RP Ἰεζάβελ, ἡ ⸀λέγουσα λέγουσα WH Treg NA28 ] λέγει RPἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετʼ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ ⸀μετανοήσωσιν μετανοήσωσιν Treg NA28 RP ] μετανοήσουσιν WHἐκ τῶν ἔργων αὐτῆς· 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφʼ ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω. 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ ⸀συντρίβεται§ συντρίβεται WH Treg NA28 ] συντριβήσεται RP 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

*2:1 τῆς Treg NA28 RP ] τῷ WH

2:2 κόπον WH Treg NA28 ] + σου RP

2:2 ἀποστόλους WH Treg NA28 ] + εἶναι RP

§2:3 οὐ κεκοπίακες WH Treg NA28 ] οὐκ ἐκοπίασας RP

*2:5 πέπτωκας Treg NA28 RP ] πέπτωκες WH

2:5 σοι WH Treg NA28 ] + ταχύ RP

2:7 θεοῦ WH Treg NA28 ] + μου RP

§2:8 τῆς Treg NA28 RP ] τῷ WH

*2:9 σου WH Treg NA28 ] + τὰ ἔργα καὶ RP

2:10 μηδὲν NA28 RP ] μὴ WH Treg

2:10 πάσχειν WH Treg NA28 ] παθεῖν RP

§2:10 ἰδοὺ WH Treg NA28 ] + δή RP

*2:10 βάλλειν WH Treg NA28 ] βαλεῖν RP

2:10 ἕξετε Treg NA28 RP ] ἔχητε WH

2:13 Οἶδα WH Treg NA28 ] + τὰ ἔργα σου καὶ RP

§2:13 καὶ WH Treg NA28 ] – RP

*2:13 ἡμέραις WH Treg NA28 ] + ἐν αἷς RP

2:13 μου WH Treg NA28 ] – RP

2:14 ἐδίδασκεν τῷ WH Treg NA28 ] ἐδίδαξεν τὸν RP

§2:14 φαγεῖν WH Treg NA28 ] καὶ φαγεῖν RP

*2:15 διδαχὴν WH ] + τῶν Treg NA28 RP

2:17 αὐτῷ WH Treg NA28 ] + φαγεῖν RP

2:18 τῆς Treg NA28 RP ] τῷ WH

§2:19 ἀγάπην καὶ τὴν πίστιν WH NA28 RP ] πίστιν καὶ τὴν ἀγάπην Treg

*2:20 γυναῖκα WH Treg NA28 ] + σοῦ RP

2:20 λέγουσα WH Treg NA28 ] λέγει RP

2:22 μετανοήσωσιν Treg NA28 RP ] μετανοήσουσιν WH

§2:27 συντρίβεται WH Treg NA28 ] συντριβήσεται RP