19
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Καὶ προσῆλθον ⸀αὐτῷ* αὐτῷ WH Treg NA28 ] + οἱ RP Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες λέγοντες WH Treg NA28 ] + αὐτῷ RP Εἰ ἔξεστιν ⸀ἀνθρώπῳ ἀνθρώπῳ Treg NA28 RP ] – WHἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν§ εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας* κτίσας WH Treg NA28 ] ποιήσας RPἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ⸀Ἕνεκα Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RPτῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν§ αὐτήν NA28 RP ] – WH Treg λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν ⸀ὅτι* ὅτι WH NA28 RP ] – Treg ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28.
10 Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28 Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτον§ τοῦτον Treg NA28 RP ] – WHἀλλʼ οἷς δέδοται. 12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
13 Τότε ⸀προσηνέχθησαν* προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RPαὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP ἐπορεύθη ἐκεῖθεν.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP · ⸀Διδάσκαλε§ Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶ* σχῶ WH Treg NA28 ] ἔχω RPζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP · εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP , ⸀τήρησον§ τήρησον NA28 RP ] τήρει WH Tregτὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν* εἶπεν Treg NA28 RP ] ἔφη WH Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg ⸀ἐφύλαξα ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς§ δὸς RP ] + τοῖς WH Treg NA28 πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς* οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον λόγον Treg NA28 RP ] + τοῦτον WHἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος§ τρυπήματος Treg NA28 RP ] τρήματος WH ῥαφίδος ⸀εἰσελθεῖν* εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg. 25 ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RPἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε§ καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP καὶ ⸀ὑμεῖς* ὑμεῖς WH NA28 RP ] αὐτοὶ Tregἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ⸀ὅστις ὅστις WH Treg NA28 ] ὅς RP ἀφῆκεν ⸂οἰκίας ἢ οἰκίας ἢ WH NA28 RP ] – Treg ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ § γυναῖκα ἢ RP ] – WH Treg NA28 τέκνα ἢ ⸀ἀγροὺς* ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg ἕνεκεν τοῦ ⸂ὀνόματός μου ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH , ⸀ἑκατονταπλασίονα ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Tregλήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

*19:3 αὐτῷ WH Treg NA28 ] + οἱ RP

19:3 λέγοντες WH Treg NA28 ] + αὐτῷ RP

19:3 ἀνθρώπῳ Treg NA28 RP ] – WH

§19:4 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP

*19:4 κτίσας WH Treg NA28 ] ποιήσας RP

19:5 Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP

19:5 κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RP

§19:7 αὐτήν NA28 RP ] – WH Treg

*19:9 ὅτι WH NA28 RP ] – Treg

19:9 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28

19:10 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28

§19:11 τοῦτον Treg NA28 RP ] – WH

*19:13 προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RP

19:15 τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP

19:16 αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP

§19:16 Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP

*19:16 σχῶ WH Treg NA28 ] ἔχω RP

19:17 ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP

19:17 εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP

§19:17 τήρησον NA28 RP ] τήρει WH Treg

*19:18 εἶπεν Treg NA28 RP ] ἔφη WH

19:20 Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg

19:20 ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP

§19:21 δὸς RP ] + τοῖς WH Treg NA28

*19:21 οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP

19:22 λόγον Treg NA28 RP ] + τοῦτον WH

19:23 πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP

§19:24 τρυπήματος Treg NA28 RP ] τρήματος WH

*19:24 εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP

19:24 εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg

19:25 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

§19:28 καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP

*19:28 ὑμεῖς WH NA28 RP ] αὐτοὶ Treg

19:29 ὅστις WH Treg NA28 ] ὅς RP

19:29 οἰκίας ἢ WH NA28 RP ] – Treg

§19:29 γυναῖκα ἢ RP ] – WH Treg NA28

*19:29 ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg

19:29 ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH

19:29 ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Treg