17
Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετο* ἐγένετο WH Treg NA28 ] ἐγένοντο RPλευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ⸀ὤφθη ὤφθη WH Treg NA28 ] ὤφθησαν RP αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃. συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσω§ ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν* Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸν§ αὐτὸν WH NA28 ] τὸν Treg RPἸησοῦν μόνον.
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ* ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RPλέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ ⸀δὲ δὲ WH Treg NA28 ] + Ἰησοῦς RP ἀποκριθεὶς ⸀εἶπεν§ εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP Ἠλίας μὲν ⸀ἔρχεται* ἔρχεται WH Treg NA28 ] + πρῶτον RPκαὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Καὶ ⸀ἐλθόντων ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RPπρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15 καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει πάσχει NA28 RP ] ἔχει WH Treg πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι§ μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ ⸀λέγει* λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP αὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίαν ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν§ ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
22 ⸀Συστρεφομένων* Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RPδὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ ⸀ἐλθόντα ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RPεἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 ⸂εἰπόντος δέ εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰς§ εἰς WH Treg NA28 ] + τὴν NIV RP θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάντα* ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RPπρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

*17:2 ἐγένετο WH Treg NA28 ] ἐγένοντο RP

17:3 ὤφθη WH Treg NA28 ] ὤφθησαν RP

17:3 συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP

§17:4 ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP

*17:4 Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP

17:5 ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP

17:7 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP

§17:8 αὐτὸν WH NA28 ] τὸν Treg RP

*17:9 ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP

17:10 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

17:11 δὲ WH Treg NA28 ] + Ἰησοῦς RP

§17:11 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP

*17:11 ἔρχεται WH Treg NA28 ] + πρῶτον RP

17:14 ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RP

17:15 πάσχει NA28 RP ] ἔχει WH Treg

§17:17 μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP

*17:20 λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP

17:20 ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP

17:20 Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP

§17:20 ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP

*17:22 Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RP

17:25 ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RP

17:26 εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP

§17:27 εἰς WH Treg NA28 ] + τὴν NIV RP

*17:27 ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RP