18
Ὦ τῶν Ἁβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε· γινώσκοντες, ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός· καὶ οὐ μόνον τῶν ἔνδοθεν, ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων·
Ἀνθʼ ὦν διὰ τὴν εὐσέβειαν προϊέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι, οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν. Καὶ διʼ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους. Καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἱεροσολυμίτας ἀλλοφυλῆσαι, καὶ τῶν πατριῶν ἐθνῶν ἐκδιαιτηθῆναι· τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἱεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας.
Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις, ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομουμένην πλευράν. Οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμῄνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπατηλὸς ὄφις· ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί.
Τούτων δὲ ἐνελίκων γενομένων ἐτελεύτησεν ὁ πατήρ· μακάριος μὲν ἐκεῖνος· τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν. 10 Ὃς ἐδιδασκεν ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, τὸν νόμον καὶ τοὺς προφήτας.
11 Τὸν ἀναιρεθέντα Ἀβὲλ ὑπὸ Κάϊν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαπούμενον Ἰσαὰκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ. 12 Ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές· ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ανανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ. 13 Ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιὴλ, ὃν καὶ ἐμακάριζεν.
14 Ὑπεμίμνησκεν δὲ ὑμᾶς τῆν Ἠσαΐου γραφὴν τὴν λέγουσαν, κᾂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε. 15 Τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαρίδ τὸν λέγοντα, πολλαὶ αἱ θλίψεις τῶν δικαίων. 16 Τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα, ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα. 17 Τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα, εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα; 18 Ὧδην μὲν γὰρ ἣν ἑδίδαξεν Μωϋσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν, ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω. 19 Αὗτη ἡ ζωὴ ἡμῶν καὶ ἡ μακαριότης τῶν ἡμερῶν.
20 Ὧ πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήμων τύραννος πῦρ φλέξας λέβησιν ὠμοῖς, καὶ ζεουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἁβρααμίτιδος. 21 Τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν. 22 Ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα.
23 Οἱ δὲ Ἁβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφορῳ μητρὶ, εἰς πατέρων χορὸν συναγελάζονται, φυχὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ Θεοῦ. 24 Ὦ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.